Ancient Greek
3.199.5
Joannes Stobaeus Anthologus, Anthologium 3.199.5
Unproofread scanNot analysed yet
49 Αἰσχίνου περὶ Δημοσθένους (III 173. 174 p. 78) Πλεῖστον δὲ ἐκ πολιτείας εἰληφὼς ἀργύριον ἐλάχιστα περιεποιήσατο. Νῦν μέντοι τὸ βασιλικὸν χρυσίον ἐπι-15 κέκλυκε τὴν δαπάνην αὐτοῦ. Ἔσται δὲ οὐδὲ τοῦθ᾽ ἱκανόν· οὐδεὶς γὰρ πώποτε πλοῦτος τρόπον περιεγένετο· καὶ τὸ κεφάλαιον, τὸν βίον οὐκ ἐκ τῶν ἰδίων προσόδων πορίζεται, ἀλλ᾽ ἐκ τῶν ἡμετέρων κινδύνων. Πρὸς δὲ εὐγνωμοσίνην καὶ λόγων δύναμιν πῶς πέφυκε; δεινὸς λέγειν, κα-20 κὸς βιῶναι. Οὕτω γὰρ κέχρηται καὶ τῷ αὐτοῦ σώματι καὶ παιδοποιΐᾳ, ὡστ᾽ μὴ βούλεσθαι λέγειν ἃ τούτῳ πέπρακται. Ἦδη γὰρ ποτε εἶδον μισηθέντας τοὺς τὰ τῶν πλησίων αἰσχρὰ λίαν σαφῶς λέγοντας. Ἐπειτα τί συμβαίνει τῇ πόλει; οἱ μὲν λόγοι καλοί, τὰ δὲ ἔργα φαῦλα. 25