Ancient Greek
3.34.1
Joannes Stobaeus Anthologus, Anthologium 3.34.1
Unproofread scanNot analysed yet
16 Πλάτωνος ἐκ τοῦ Θεαίτητου (p. 202BC). Ὀνομάτων γὰρ συμπλοκὴν εἶναι λόγου οὐσίαν. Οὕτω δὴ τὰ μὲν στοιχεῖα ἄλογα καὶ ἄγνωστα εἶναι, αἰσθητὰ δὲ· τὰς δὲ συλλαβὰς γνωστὰς τε καὶ ῥητὰς καὶ ἀληθεῖ δόξῃ δοξαστάς. Ὅταν μὲν οὖν ἄνευ λόγου τὴν ἀληθῆ δόξαν τινὸς τις λάβῃ, ἀληθεύειν μὲν αὐτοῦ τὴν ψυχὴν περὶ αὐτό, γινώσκειν δ’ οὔ. Τὸν γὰρ μὴ δυνάμενον δοῦναι τε καὶ δέξασθαι λόγον, ἀνεπιστήμονα εἶναι περὶ τούτου· προσλαβόντα δὲ λόγον δυνατόν τε ταῦτα πάντα γεγονέναι καὶ τελῶς πρὸς ἐπιστήμην ἔχειν.