Ancient Greek
3.34.3
Joannes Stobaeus Anthologus, Anthologium 3.34.3
Unproofread scanNot analysed yet
17 Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ (p. 261D—p. 262E). Φέρε δή, καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμματῶν ἐλέγομεν, περὶ τῶν ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα· φαίνεται γὰρ πῇ ταύτῃ τὸ νῦν ζητούμενον. —Τὸ ποῖον οὖν δή περὶ τῶν ὀνομάτων ὑπακουστέον; —Εἴτε πάντα ἀλλήλοις ξυναρμόττει, εἴτε μηδέν, εἴτε τὰ μὲν ἐθέλει, τὰ δὲ μή. —Δῆλον τοῦτό γε, ὅτι τὰ μὲν ἐθέλει, τὰ δ’ οὔ. —Τὸ τοιόνδε λέγεις ἴσως, ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα καὶ δηλοῦντά τι ξυναρμόττει· τὰ δὲ τῇ συνεχείᾳ μηδὲν σημαίνοντα ἀναρμοστεῖ. —Πῶς τί τοῦτ’ εἶπας; —Ὅπερ ὡρήθην ὑπολαβόντα σὲ προσομολογεῖν· ἔστι γὰρ ἡμῖν πού τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διτὸν γένος. —Πῶς; —Τὸ μὲν ὀνόματα, το δὲ ῥήματα κληθέν. —Εἰπὲ ἕκαστερον. —Τὸ μὲν ἐπὶ ταῖς πράξεσιν ὅν δήλωμα, ῥῆμά που λεγόμενον. —Ναί. —Τὸ δὲ γε ἐπ’ αὐτοῖς τοῖς ἐκείνας πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτηδὲν ὄνομα. —Κομιδῇ μὲν οὖν. —Οὐκοῦν ἐξ ὀνομάτων μὲν μόνων συνεχῶς λεγομένων οὐχ ἔστι ποτὲ λόγος, οὐδ’ αὐ ῥημάτων χωρὶς ὀνομάτων λεχθέντων. —Ταῦτ’ οὐκ ἔμαθον. —Δῆλον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων