Ancient Greek
3.44.25 to 3.45.1
Joannes Stobaeus Anthologus, Anthologium 3.44.25-3.45.1
Unproofread scanNot analysed yet
χρήσεως ὑποθήκας ἐν ἐπιτομαῖς ἔξουσιν. Οὕτως μὲν οὖν ἡ Φίλωνος ἔχει διαίρεσις. Ἐγὼ δ’ εἰ μὲν ἀργότερως διεξείμην, ἀρξασθεις ἂν αὐτῇ συνεῖρον ἤδη τὰ περὶ τῶν ἀρεσκόντων, τῇ τῆς ἐξαμερείας ἐπικου- Ἐπὶ τε γὰρ τῆς ἰατρικῆς οὐκ ἀρκεῖ τὴν ὑγίειαν ἐμποιῆσαι, χρεία δὲ καὶ τοῦ παρασχεῖν παραγγέλματα περὶ τῆς ὑγιείας, οἷς προσέχοντες τὸν νοῦν τὴν εὐξίαν τοῦ σώματος διαφυλάξουσιν· καὶ δὴ καὶ τοῦ βίου θεωρημάτων τινῶν ἔστι χρεία, δι’ ὧν ἡ φυλακὴ γενήσεται τοῦ τέλους. Λιτὸς δὲ καὶ ὁ περὶ βίων λόγος, ὁ μὲν ἴδιος, ὁ δὲ κοινός· ὧν τὸν μὲν ἴδιον ἐπισκοπεῖν δέον ἔστι τὰ πρὸς ἕκαστον, φιζόμενος περιγραφῇ· ἡγοῦμενος δ᾽ ἐμαντῷ πρέπειν πρὸ παντὸς τὴν οὐσίαν δεῖν ἐπισκοπεῖν οὓς τις πραγματεύεται, ἕπειτα ποιότητα τὴν περὶ αὐτὴν καὶ ποσότητα, καὶ τοῦτοις ἐφεξῆς τὸ πρὸς τί, νομίζω προσεπιπονητέον [τε] εἶναι καὶ τὰ τῶν ἄλλων ἐπισκοπεῖν, καθάπερ οὐ πάντων, οὕτως τῶν περὶ ταῦτα διενεγκάντων.