Ancient Greek
3.45.2
Joannes Stobaeus Anthologus, Anthologium 3.45.2
Unproofread scanNot analysed yet
Ἔστιν οὖν Εὐδώρου τοῦ Ἀλεξανδρέως, Ἀκαδημιακοῦ φιλοσόφου, διαίρεσις τοῦ κατὰ φιλοσοφίαν λόγου, βιβλίον Π 48 ἀξιόκτητον, ἐν ᾧ πᾶσαν ἐπεξηλύνθη προβληματικῶς τὴν ἐπιστήμην, ἧς ἐγὼ διαιρέσεως ἐκθήσομαι τὸ τῆς ἠθικῆς οἰκεῖον. Ἔχει δ᾽ οὕτως. Τριμεροῦς ὄντος τοῦ κατὰ φιλοσοφίαν λόγου τὸ μὲν ἐστὶν αὐτοῦ ἠθικόν, τὸ δὲ φυσικόν, τὸ δὲ λογικόν. Τοῦ δ᾽ ἠθικοῦ τὸ μὲν περὶ τὴν θεωρίαν τῆς καθ᾽ ἕκαστον ἀξίας, (τὸ δὲ περὶ τὴν ὁρμὴν), τὸ δὲ περὶ τὴν πρᾶξιν. Π Ταύτ᾽ ἐστὶν ἀδρομερῆ τῆς ἠθικῆς εἴδη, πρῶτον μὲν τὸ θεάσασθαι τὴν ἀξίαν τοῦ πράγματος ὅπερ αἱρεῖσθαι μέλλομεν, οὐδὲ γὰρ οἷόν τε γενέσθαι τὴν ὁρμὴν εὐλογον, εἰ μὴ μετὰ τὴν θεωρίαν· ἡ θεωρία δ᾽ ἐστὶ περίσκεψις τοῦ πράγματος καὶ οἷον ἐπίκρισις κατὰ τὸν περὶ αὐτοῦ λογισμόν· δεύτερον δὲ τὸ τὴν ὁρμὴν τῷ περinoηθέντι καλῶς ἐπιβαλεῖν· τρίτον τὸ τὴν πρᾶξιν αὐτοῖς ἐπισυνάφαι. Π Ταύτ᾽ ἐστὶ τὰ πρῶτα μέρη τοῦ ἠθικοῦ λόγου θεωρητικόν, ὁρμητικόν, πρακτικόν. Τούτων δ᾽ ἕκαστον ὑποδιαίρεῖται.