Ancient Greek
3.54.2
Joannes Stobaeus Anthologus, Anthologium 3.54.2
Unproofread scanNot analysed yet
Σκοποῦς δ’ ὑποτίθεται τῆς ἐφέσεως τῶν ἀνθρωπίνων ὀρέξεων τρεῖς, τὸν τοῦ καλοῦ, τοῦ συμφέροντος, τοῦ ἰδέος. Καλὸν μὲν οὖν ἐστὶν ἀρετὴ καὶ τὸ μέτοχον τῆς ἀρετῆς, ὥσπερ αὐτὸς ὁ σπουδαῖος, καὶ τὸ ἀπ’ ἀρετῆς ἔργον· καὶ τὸ ἀγαθὸν [τὸ] καλόν, καθ’ ὃ ἐπαινετὸν ἤτοι παρέχον ἐπαινετούς· συμφέρον δὲ πρὸς τὸ ζῆν εὐχρηστον· συμπαρατεῖνοι δ’ ἂν ἡ ἔννοια καὶ πρὸς τὸ εὖ ζῆν. Ταῦτα δ’ ἐστὶ πρῶτα κατὰ φύσιν ψυχῆς καὶ σώματος, περὶ ὧν προεῖρηται (p. 47, 20—48, 3). Ἡδὺ δ’ ἐστὶν οἰκεῖον ψυχῆς καὶ σώματος πάθος, εἰς τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν ἀγωγόν, ὥσπερ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ (p. 64ᵇ) ὡρίσατο.