Ancient Greek
3.55.2
Joannes Stobaeus Anthologus, Anthologium 3.55.2
Unproofread scanNot analysed yet
³ᵇ Ἀριστοτέλης ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων (c. 2 init.) Εὐδοξον τὸν ἀστρολόγον οἴεται τέλος δογματίζειν τὴν ἡδονήν. ³¹ Δημόκριτος καὶ Πλάτων κοινῶς ἐν τῇ ψυχῇ τὴν εὐδαιμονίαν τίθενται. Γέγραφε δ’ ὁ μὲν οὕτως (fr. mor. 1 Mullach.) · „Εὐδαιμονία ψυχῆς καὶ κακοδαιμονία. “„Εὐδαιμονία οὐκ ἐν βροσχήμασι οἰκεῖ, οὐδ’ ἐν χρυσῷ· ψυχῇ οἰκητήριον δαίμονος“. Τὴν δ’ <εὐδαιμονίαν καὶ> εὐθυμίαν καὶ εὐεστίᾳ καὶ ἁρμονίαν, συμμετρίαν τε καὶ ἀταραξίαν καλεῖ· συνίστασθαι δ’ αὐτὴν ἐκ τοῦ διορισμοῦ καὶ τῆς διακρίσεως τῶν ἡδονῶν· καὶ τοῦτ’ εἶναι τὸ κάλλιστόν τε