Ancient Greek
3.59.2
Joannes Stobaeus Anthologus, Anthologium 3.59.2
Unproofread scanNot analysed yet
Ἀριστοτέλης τὴν μὲν τριάδα τῶν ἀγαθῶν καὶ αὐτὸς ὁμοίως Πλάτωνι κατὰ τοὺς τόπους. Ἐπὶ τῶν ἀγαθῶν τὰ μὲν ἐστι δι᾽ ἑαυτὰ αἱρετά, τὰ δὲ δι᾽ ἕτερα. Δι᾽ ἑαυτὰ μὲν οὖν ἐστὶν αἱρετά, ὅσα πρὸς τὴν αἵρεσιν αὐτῶν οὐ δι᾽ ἄλλο τι κινεῖ ἢ προτρέπεται· τοιαῦτα δ᾽ ἐστὶν ἡ τ᾽ εὐδαιμονία, καὶ τὸ γένος τῶν ἀρετῶν, καὶ τὰ σωματικὰ τῶν κατὰ φύσιν, ὑγίεια, εὐξεία, εὐαισθησία, κάλλος, τάχος, ἀρτιότης, ἰσχύς, τὰ παραπλήσια τούτοις, καὶ τῶν σωματικῶν ἡδονῶν αἱ μηδεμίαν βλάβην ἐπιφέρουσαι. Ταῦτα γὰρ ὁ νοῦν ἔχων ἐλοιτ᾽ ἂν <δι᾽> αὐτά, κἂν μηδὲν ἄλλο κεχωρισμένον αὐτῶν περιποιή. Δι᾽ ἄλλα δ᾽ ἐστὶν αἱρε- II 88 τὰ τὰ δι᾽ ἕτερόν τι κεχωρισμένον αὐτῶν προκαλούμενα πρὸς τὴν αἵρεσιν, περίπατος, γυμνασία, μάθησις, ἀνάγνωσις, ἰατρῆαι, θεραπείαι, τροφαί, σκέπαι. Τούτων γὰρ οὐδὲν δι᾽ αὐτὸ ληπτόν, κατὰ δὲ τὴν ἀναφορὰν τὴν ἐφ᾽ ἧ παρέχεται.