Ancient Greek
3.59.3
Joannes Stobaeus Anthologus, Anthologium 3.59.3
Unproofread scanNot analysed yet
4ᵇ Εἰ πᾶν τὸ καλὸν δι᾽ αὐτὸ αἱρετόν; Κατὰ μὲν Πλάτωνα πᾶν. Καὶ γὰρ ἀρετὴν πᾶσαν καὶ τὴν καθ’ ἑκάστην ἕξιν σπουδαίαν καὶ τὴν ἐνέργειαν, ἥτις ἐστὶ πρᾶξις μετὰ λόγου. Ὁνομάσθαι γοῦν καλῶς, ὅτι κλητικόν ἐστιν ἐφ’ αὐτό. Τῷ δ’ Ἀριστοτέλει δοκεῖ τὰς μὲν ἕξεις οὐκ εἶναι δι’ αὑτὰς αἱρετάς, δι’ ἄλλο γάρ τι, τὴν ἐνέργειαν. Πᾶσα γὰρ ἕξις διὰ ταύτην ὡς τὸ οὗ ἕνεκα, τοῦτο δι’ αὑτὸ αἱρετὸν ὑπάρχει, ὡς χρήσις καὶ τέλος τοῦ βίου. Καὶ τὴν εὐδαιμονίαν οὗτος μὲν ἀπὸ τῆς χρήσεως ἀναφωνεῖ, Πλάτων δὲ καὶ ἀπὸ τῆς κτήσεως. Ἄλλ’ ὁ μὲν πρεσβύτερος ἐν τοῖς Νόμοις καὶ ἐν τῷ Τιμαίῳ καὶ τισιν ἄλλοις ταῦτα κατακεχώρικεν, ὁ δὲ νεώτερος ἐν τοῖς Ἠθικοῖς.