Ancient Greek
3.80.2
Joannes Stobaeus Anthologus, Anthologium 3.80.2
Unproofread scanNot analysed yet
6d Καὶ τῶν ἀγαθῶν τὰ μὲν ἀναγκαῖα εἶναι πρὸς εὐδαιμονίαν, τὰ δὲ μή. Καὶ ἀναγκαῖα μὲν τὰς τε ἀρετὰς πάσας καὶ τὰς ἐνεργείας τὰς χρηστικὰς αὐτῶν· οὐχ ἀναγκαῖα δὲ χαρὰν τε καὶ εὐφροσύνην καὶ τὰ ἐπιτηδεύματα. Παραπλησίως δὲ καὶ τῶν κακῶν τὰ μὲν ἀναγκαῖα ὡς ἂν κακὰ πρὸς κακοδαιμονίαν εἶναι, τὰ δ' οὐχ ἀναγκαῖα· ἀναγκαῖα μὲν τὰς τε κακίας πάσας καὶ τὰς ἐνεργείας τὰς ἐπ' αὐτῶν· οὐχ ἀναγκαῖα δὲ τὰ τε πάθη πάντα καὶ τὰ ἀρρωστήματα καὶ τὰ τοῦτοις παραπλήσια.