Ancient Greek
3.80.3
Joannes Stobaeus Anthologus, Anthologium 3.80.3
Unproofread scanNot analysed yet
6e Τέλος δὲ φασιν εἶναι τὸ εὐδαιμονεῖν, οὗ ἕνεκα πάντα πράττεται, αὐτὸ δὲ πράττεται μὲν οὐδενὸς δὲ ἕνεκα· τοῦτο δὲ ὑπάρχειν ἐν τῇ κατ' ἀρετὴν ζῇν, ἐν τῇ ὁμολογουμένως ζῇν, ἐπὶ, ταυτοῦ ὄντος, ἐν τῇ κατὰ φύσιν ζῇν. Τὴν δὲ εὐδαιμονίαν ὁ Ζήνων ὥριστο τὸν τρόπον τοῦτον· εὐδαιμονία δ' ἐστὶν εὐροία βίου. Κέχρηται δὲ καὶ Κλεάνθης τῷ ὄρῳ τούτῳ ἐν τοῖς ἑαυτοῦ συγγράμμασι καὶ ὁ Χρύσιππος καὶ οἱ ἀπὸ τούτων πάντες, τὴν εὐδαιμονίαν εἶναι λέγοντες οὐχ ἑτέραν τοῦ εὐδαίμονος βίου, καίτοι γε λέγοντες, τὴν μὲν εὐδαιμονίαν σκοπὸν ἐκκείσθαι, τέλος δ' εἶναι τὸ τυχεῖν τῆς εὐδαιμονίας, ὅπερ ταυτὸν εἶναι τῷ εὐδαιμονεῖν.