Ancient Greek
3.89.9
Joannes Stobaeus Anthologus, Anthologium 3.89.9
Unproofread scanNot analysed yet
μὴ οὕτως ἔχοντα. Ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ καθῆ- S. S—9a (6 G. M.) ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ γυγνομένην ὀρμὴν καὶ τὴν ἐν τοῖς ἀλόγοις ζῴοις· οὐ κατῳνομασμέναι δ’ εἰσίν. ἡ γὰρ ὄρεξις οὐκ ἔστι λογικὴ ὀρμή, ἀλλὰ λογικῆς ὀρμῆς εἶδος. Τὴν δὲ λογικὴν ὀρμὴν δεόντως ἂν τις ἀφορίζοιτο, λέγων εἶναι φορὰν διανοίας ἐπὶ τι τῶν ἐν τῷ πράττειν· ταύτη δ’ ἀντιτίθεσθαι ἀφορμὴν, φορὰν τινα <διανοίας ἀπὸ τινος τῶν ἐν τῷ μὴ πράττειν>. Ἰδίως δὲ καὶ τὴν ὁρῶσιν ὀρμὴν λέγουσι τῆς πρακτικῆς ὀρμῆς οὔσαν εἶδος. εἶναι δὲ τὴν ὁρῶσιν φορὰν διανοίας ἐπὶ τι μέλλον. Ὥστε μέχρι μὲν τούτων τετραχῶς ὀρμὴν λέγεσθαι, διχῶς δ’ ἀφορμὴν· προστεθείσης δὲ καὶ τῆς ἐξεως τῆς ὀρμητικῆς, ἣν δὴ καὶ ἰδίως ὀρμὴν λέγουσιν, ἀφ’ ἧς συμβαίνει ὀρμᾶν, πενταχῶς.