Ancient Greek
3.90.3
Joannes Stobaeus Anthologus, Anthologium 3.90.3
Unproofread scanNot analysed yet
9ᵃ Τῆς δὲ πρακτικῆς ὀρμῆς εἴδη πλείονα εἶναι, ἐν οἷς καὶ ταῦτα· πρόθεσιν, ἐπιβολήν, παρασκευὴν, ἐγχείρησιν, <αἵρεσιν,> προαἵρεσιν, βούλησιν, θέλησιν. Πρόθεσιν μὲν οὖν εἶναι λέγουσι σημείωσιν ἐπιτελέσεως· ἐπιβολὴν δὲ ὀρμὴν πρὸ ὀρμῆς· παρασκευὴν δὲ πρᾶξιν πρὸ πράξεως· ἐγχείρησιν δὲ ὀρμὴν ἐπὶ τινος ἐν χερσὶν ἤδη ὄντος· αἵρεσιν δὲ βούλησιν ἐξ ἀναλογισμοῦ· προαἵρεσιν δὲ αἵρεσιν πρὸ αἵρεσεως· βούλησιν δὲ εὐλογον ὄρεξιν· θέλησιν δὲ ἐκούσιον βούλησιν.