Ancient Greek
3.91.2
Joannes Stobaeus Anthologus, Anthologium 3.91.2
Unproofread scanNot analysed yet
Πάθος δ’ εἶναι φασιν ὁρμὴν πλεονάζουσαν καὶ ἀπειθῆ τῷ αἰροῦντι λόγῳ ἢ κίνησιν ψυχῆς παρὰ φύσιν (εἶναι δὲ πάθη πάντα τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς), διὸ καὶ πᾶσαν ποιοῖαν πάθος εἶναι, πάλιν πάθος ποιοῖαν. Τοῦ δὲ πάθους τοιούτου ὄντος ὑποληπτέον, τὰ μὲν πρῶτα εἶναι καὶ ἀρχηγά, τὰ δ’ εἰς ταῦτα τὴν ἀναφορὰν ἔχειν. Πρῶτα δ’ εἶναι τῷ γένει ταῦτα τὰ τέσσαρα, ἐπιθυμίαν, φόβον, λύπην, ἡδονήν.