Ancient Greek
3.91.1
Joannes Stobaeus Anthologus, Anthologium 3.91.1
Unproofread scanNot analysed yet
Πάσας δὲ τὰς ὁρμὰς συγκαταθέσεις εἶναι, τὰς δὲ πρακτικὰς καὶ τὸ κινητικὸν περιέχειν. Ἡδὴ δὲ ἄλλω μὲν εἶναι συγκαταθέσεις, ἐπ’ ἄλλο δὲ ὁρμᾶς· καὶ συγκαταθέσεις μὲν ἀξιώμασί τισιν, ὁρμὰς δὲ ἐπὶ κατηγορήματα, τὰ περιεχόμενα πως ἐν τοῖς ἀξιώμασιν, οἷς συγκατατίθεσθαι. Ἐπεὶ δ’ ἐν εἴδει τὸ πάθος τῆς ὁρμῆς ἐστι, λέγωμεν ἐξῆς περὶ παθῶν.