Ancient Greek
3.92.1
Joannes Stobaeus Anthologus, Anthologium 3.92.1
Unproofread scanNot analysed yet
αὐτὰ λέγουσιν εἶναι, παραλαμβάνεσθαι τὴν δόξαν ἀντὶ τῆς ἀσθενοῦς ὑπολήψεως, τὸ δὲ πρόσφατον ἀντὶ τοῦ κινητικοῦ συστολῆς ἀλόγου ἐπάρσεως. 10ᵃ Τὸ δὲ ‘ἄλογον’ καὶ τὸ ‘παρὰ φύσιν’ οὐ κοινῶς, ἀλλὰ τὸ μὲν ‘ἄλογον’ ἴσον τῷ ἀπειθὲς τῷ λόγῳ. Πᾶν γὰρ πάθος βιαστικόν ἐστι, ὡς πολλάκις ὁρῶντας τοὺς ἐν τοῖς πάθεσιν ὄντας ὅτι συμφέρει τόδε οὐ ποιεῖν, ὑπὸ τῆς σφοδρότητος ἐκφερομένους, καθάπερ ὑπὸ τινος ἀπειθοῦς ἵππου, ἀνάγεσθαι πρὸς τὸ ποιεῖν αὐτό, παρ’ ὃ καὶ πολλάκις τινὰς ἐξομολογεῖσθαι λέγοντας τὸ θρυλούμενον τοῦτο (Eurip. fr. 837 Nauck.) ·