Ancient Greek
3.92.3
Joannes Stobaeus Anthologus, Anthologium 3.92.3
Unproofread scanNot analysed yet
Γνώμην δ’ ἔχοντά μ’ ἡ φύσις βιάζεται· γνώμην γὰρ λέγει νῦν τὴν εἴδησιν καὶ γνώσιν τῶν ὀρθῶν πραγμάτων. Καὶ τὸ ‘παρὰ φύσιν’ δ’ εἴληπται ἐν τῇ τοῦ πάθους ὑπογραφῇ, ὡς συμβαίνοντος παρὰ τὸν ὀρθὸν καὶ κατὰ φύσιν λόγον. Πάντες δ’ οἱ ἐν τοῖς πάθεσιν ὄντες ἀποστρέφονται τὸν λόγον, οὐ παραπλησίως δὲ τοῖς ἐξηπατημένοις ἐν ὀπσοῖν, ἀλλ’ ἰδιαζόντως. Οἱ μὲν γὰρ ἠπατημένοι, λόγου χάριν περὶ τὰς ἀτόμους ἀρχὰς