Ancient Greek
3.96.1
Joannes Stobaeus Anthologus, Anthologium 3.96.1
Unproofread scanNot analysed yet
S. 10 c—11 b (6 G. M.) ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ 10 Εὐεμπτωσίαν δ᾽ εἶναι εὐκαταφορίαν εἰς πάθος, ὡς τι τῶν παρὰ φύσιν ἔργων, οἷον ἐπιλυσίαν, ὀργιλότητα, φθονερίαν, ἀχροχολίαν καὶ τὰ ὅμοια. Γίγνεσθαι δὲ εὐεμπτωσίας καὶ εἰς ἄλλα ἔργα τῶν παρὰ φύσιν, οἷον εἰς κλοπὰς καὶ μοιχείας καὶ ὕβρεις, καθ᾽ ἃς κλέπται τε καὶ μοιχοὶ καὶ ὕβρισταὶ λέγονται. Νόσημα δ᾽ εἶναι δόξαν ἐπιθυμίας ἐξοργυχίαν εἰς ἐξιν καὶ ἐνεσιχωμένην, καθ᾽ ἣν ὑπολαμβάνουσι τὰ μὴ αἰρετὰ σφόδρα αἰρετὰ εἶναι, οἷον φιλογυνίαν, φιλοινίαν, φιλαργυρίαν· εἶναι δὲ τινὰ καὶ ἐναντία τοῖς νοσήμασι κατὰ προσκοπὴν γινόμενα, οἷον μισογυνίαν, μισοινίαν, μισανθρωπίαν. Τὰ δὲ νοσήματα μετ᾽ ἀσθενείας συμβαίνοντα ἀρρωστήματα καλεῖσθαι.