Ancient Greek
3.96.3 to 3.97.9
Joannes Stobaeus Anthologus, Anthologium 3.96.3-3.97.9
Unproofread scanNot analysed yet
11 Κατόρθωμα δ᾽ εἶναι λέγουσι καθῆκον πάντας ἔπεχον τοὺς ἀριθμοὺς, ἢ καθάπερ προεἴπομεν (p. 85, 19), τέλειον καθῆκον· ἁμάρτημά τε τὸ παρὰ τὸν ὀρθὸν λόγον πραττόμενον, ἢ ἐν ᾧ παραλέλειπται τι καθῆκον ὑπὸ λογικοῦ ζῴου. 11 Τὰ τε ἄγαθὰ πάντα τῶν σπουδαίων εἶναι λέγουσι, καθ᾽ ὃ καὶ τὸν ὠφελούντα τινὰ τῶν πλησίον καὶ ἑαυτὸν ὠφελεῖν. Τὴν τε ὁμόνοιαν ἐπιστήμην εἶναι κοινῶν ἀγαθῶν, δι’ ὃ καὶ τοὺς σπουδαίους τεχνογονίαν καὶ αὐτοῦ χάριν καὶ τῆς πατρίδος καὶ ὑπομένειν περὶ ταύτης, ἐὰν ἢ μετρία, καὶ πόνους καὶ θάνατον. Παρακεῖσθαι δὲ τούτοις φαῦλα, τὸ τε δημοκοπεῖν καὶ τὸ σοφιστεύειν καὶ τὸ συγγράφειν ἐπιβλαβῆ τοῖς ἐντυγχάνουσιν, ὅπερ εἰς σπουδαίους οὐχ ἂν πέσοι. 11° Τριχῶς δὲ λεγομένης τῆς φιλίας, καθ’ ἓνα μὲν τρόπον τῆς κοινῆς ἕνεκ’ ὠφελείας, καθ’ ἣν φίλοι εἶναι λέγονται, ταύτην μὲν οὐ φασὶ τῶν ἀγαθῶν εἶναι, διὰ τὸ μηδὲν ἐκ διεστηκότων ἀγαθῶν εἶναι κατ’ αὐτούς· τὴν δὲ κατὰ τὸ δεύτερον σημαίνομενον λεγομένην φιλίαν, κατάσχεσιν οὖσαν φιλικὴν πρὸς τῶν πέλας, τῶν πάντας ὁμονοεῖν ἀλλήλοις διὰ τὸ συμφωνεῖν ἐν τοῖς ἔκτος λέγουσιν ἀγαθῶν· τὴν δὲ περὶ αὐτὸν φιλίαν, καθ’ 19 ἐπιβλαπὴν P, ἐπὶ βλάπην F: ἐπιβλαπῆ Meineke, ἐπὶ βλάπη Heeren ||κατὰ τὸν βίον· τοὺς δὲ φαίλους διαφωνοῦντας πρὸς ἄλλήλους ἐχθροὺς εἶναι καὶ κακοποιητικούς ἀλλήλων καὶ πολεμίους. Τὸ τε δίκαιον φασὶ φύσει εἶναι καὶ μὴ θέσει. Ἐπόμενον δὲ τούτοις ὑπάρχειν καὶ τὸ πολιτεύεσθαι τὸν σοφὸν καὶ μάλιστ’ ἐν ταῖς τοιαύταις πολιτείαις ταῖς ἐμφαινοῦσιν τινὰ προκοπὴν πρὸς τὰς τελείας πολυτείας· καὶ τὸ νομοθετεῖν δὲ καὶ τὸ παιδεύειν ἄνθρώπους, ἐπὶ δὲ συγγράφειν τὰ δυνάμενα ὠφελεῖν τοὺς ἐντυγχάνοντας τοῖς γράμμασιν οἰκείον εἶναι τοῖς σπουδαίοις καὶ τὸ συγκαταβαίνειν καὶ εἰς γάμον καὶ εἰς S. 11 b—11 d (6 G. M.) ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ