Ancient Greek
3.98.5
Joannes Stobaeus Anthologus, Anthologium 3.98.5
Unproofread scanNot analysed yet
Φασὶ μηδὲ συγγνώμην ἔχειν <μηδενὶ τὸν νοῦν ἔχοντα· τοῦ γὰρ αὐτοῦ συγγνώμην τε ἔχειν> καὶ νομίξειν τὸν ἁμαρτηκότα μὴ παρ’ αὐτὸν ἁμαρτηκέ-ναι, πάν-των ἁμαρτανόντων παρὰ τὴν ἰδίαν κακίαν· διὸ καὶ δεόν-τως λέγεσθαι τὸ μηδὲ συγγνώμην ἔχειν τοὺς ἁμαρτάνουσιν. Οὐχ ἐπικεικὴ δὲ φασιν εἶναι τὸν ἀγαθὸν ἄνδρα, τὸν γὰρ ἐπικεικὴ παραίτητικὸν εἶναι τῆς κατ’ ἀξίαν κολάσεως καὶ τοῦ αὐτοῦ εἶναι ἐπικεικὴ τε εἶναι καὶ ὑπολαμβάνειν τὰς ἐκ τοῦ νόμου τεταγμένας κολάσεις τοὺς ἀδικοῦσι σκληρο-τέρας εἶναι καὶ τὸ ἡγεῖσθαι παρὰ τὴν ἀξίαν ἀπονέμειν τὰς κολάσεις τὸν νομοθέτην.