Ancient Greek
3.98.4
Joannes Stobaeus Anthologus, Anthologium 3.98.4
Unproofread scanNot analysed yet
Οἰκονομικὸν δ’ εἶναι μόνον λέγουσι τὸν σπουδαῖον καὶ ἀγαθὸν οἰκονόμον, ἐπὶ δὲ χρηματιστικόν. Τὴν μὲν γὰρ οἰκονομικὴν εἶναι θεωρητικὴν ἐξιν καὶ πρακτικὴν τῶν οἴκῳ συμφερόντων· τὴν δ’ οἰκονομίαν διάταξιν περὶ ἀναλωμάτων καὶ ἔργων καὶ κτήσεως ἐπιμέλειαν καὶ τῶν κατ’ ἀγρὸν ἐργαζομένων· τὴν δὲ χρηματιστικὴν ἐμπειρίαν περιποιήσεως χρημάτων ἀφ’ ὧν δέον καὶ ἐξιν ὁμολογουμένως ἀναστρέφεσθαι ποιούσαν ἐν συναγωγῇ χρημάτων καὶ τῆρήσει καὶ ἀναλώσει πρὸς εὐπορίαν· τὸ δὲ χρηματίζεσθαι τινες μὲν μέσον εἶπον εἶναι, τινὲς δὲ ἀστέιον. Φαῦλον δὲ μηδένα προστάτην ἀγαθὸν οἶκον γίγνεσθαι, μηδὲ δύνασθαι οἰκίαν ἐξ οἰκονουμένην παρασχεῖν. Μόνον δὲ τὸν σπουδαῖον ἄνδρα χρηματιστικὸν εἶναι, γινώσκοντα ἀφ’ ὧν χρηματιστέον καὶ πότε καὶ πῶς καὶ μέχρι πότε.