Ancient Greek
4.100.2
Joannes Stobaeus Anthologus, Anthologium 4.100.2
Unproofread scanNot analysed yet
τοῖς διεστηκόσι παρουσίαν μήτε αὐτοῖς συμφερόμενον ἢ συναξανομένον ἢ τινα ἄλλην ἀπ’ αὐτῶν δεχόμενον ἀλλοῖωσιν. καὶ τοι οὕτως αὐτὸ κατοῦσι τὸ αὐτὸ ὅλον ἐν πᾶσι παρὸν μετὰ τοῦ μένειν ἕκαστον τὴν οὐσίαν τῶν μετεχόντων καὶ κατὰ τὴν οἰκείαν ὑπόστασιν ἕκαστον βέλπιστον γίγνεσθαι. κατὰ δὴ τοῦτον τὸν λόγον καὶ τοὺς ἀνθρώπους διακοσμεῖ τοῖς καλλίστοις ὁροῖς, νοεραῖς μὲν ἐνεργείαις ἀχρωτάταις, λόγοις δὲ τῆς ψυχῆς τελειοτάτοις, ζωῆς δὲ δυνάμεσιν ὑπερεχούσαις πᾶσαν γένεσιν.