Ancient Greek
4.100.4 to 4.102.1
Joannes Stobaeus Anthologus, Anthologium 4.100.4-4.102.1
Unproofread scanNot analysed yet
Ψυχὴ ζῶντας ἡμᾶς τῇ ταύτης ἀρετῇ ὀφτέον εὑ ζῆν, ὡς ὀφθαλμοὺς ὁρῶντας τῇ τούτων ἀρετῇ καλῶς ὁρᾶν. 51 (1, 59 Mein.) Ἰαμβλίχου ἐκ τῶν προτρεπτικῶν εἰς φιλοσοφίαν λόγων (2 p. 8, 20 Pist.) . Καθάπερ εἰς ἄσυλον τέμενος τὴν ἀρετὴν ὀρμητέον, ὅπως πρὸς μηδεμίαν ἀγεννῆ τύχης ὕβριν ἄμειν ἐκδοτοι. 52 (1, 31 Mein.) Φωκίωνος. Οὔτε ἐξ ἱεροῦ βωμοῦ οὔτε ἐκ τῆς ἀνθρωπίνης φύσεως ἀφαιρετέον τὸν ἔλεον. 53 (5, 127 Mein.) Πλάτωνος Πολιτείας γ' (p. 388 E). Ἄλλὰ μὴν οὐδὲ φιλογέλωτα δεῖ εἶναι. σχεδὸν γὰρ ὅταν τις ἐφίῃ ἰσχυρῷ γέλῳ, ἰσχυρὰν καὶ μεταβολὴν ζητεῖ τοῦ τοιούτου. Δοκεῖ μοι, ἔφη. Οὔτε ἄρα ἀνθρώπους ἀξίους λόγου κρατουμένους ὑπὸ γέλωτος ἂν τις ποιή, ἀπο-δεκτέον, πολὺ δὲ ἧττον, ἂν θεούς. θάλλουσα λυπηὶ τοὺς ἄγαν ἐπέφρονας. 55 (1, 32 Mein.) Διογένους. Πυνθανομένου τινός, πῶς ἂν τις ἑαυτοῦ διδάσκαλος γένοιτο ‘εἰ ὑπὲρ ὧν ἐπιτιμᾷ τοῖς ἄλλοις’ ἔφη ‘καὶ ἑαυτῷ ἐπιτιμῶν μάλιστα’. 56 (1, 93 Mein.) Πλάτωνος ἐν Πολιτείῃ πέμπτῃ (p. 452 D). ‘Ὅτι μάταιος ὃς γελοῖον ἄλλο τι ἡγεῖται ἢ τὸ κακόν, καὶ ὁ γελοιοποιεῖν ἐπιχειρῶν εἰς ἄλλην τινὰ ὄψιν ἀποβλέπων ὡς γελούων τὴν τοῦ ἄφρονός τε καὶ κακοῦ, καὶ καλοῦ αὐ σπουδάζει εἰς ἄλλον τινὰ σκοπὸν στησαμενος ἢ τὸν τοῦ ἀγαθοῦ.