Ancient Greek
4.185.2 to 4.186.8
Joannes Stobaeus Anthologus, Anthologium 4.185.2-4.186.8
Unproofread scanNot analysed yet
Τὸν προσομιλοῦντα τριχῇ διασκοποῦ, ἢ ὡς ἀμείνωνα ἢ ὡς ἧττονα ἢ ὡς ἴσον. καὶ εἰ μὲν ἀμείνωνα, ἀκούειν χρή καὶ πείθεσθαι αὐτῷ, εἰ δὲ ἧττονα, πείθειν, εἰ δὲ ἴσον, συμφωνεῖν· καὶ οὐ̓ ποτὲ ἀλώση φιλονεικίας. ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ´ ὑπάρχων ἐλεύθερος. [Κακὸς] δεσμὸς σώματος μὲν τύχη ψυχῆς δὲ κακία. ὁ μὲν γὰρ τὸ σῶμα λελυμένος τὴν δὲ ψυχὴν δεδεμένος δοῦλος, ὁ δ’ αὐ τὸ σῶμα δεδεμένος τὴν δὲ ψυχὴν λελυμένος ἐλεύθερος. Τὸν μὲν τοῦ σώματος δεσμὸν λύει καὶ φύσις διὰ Ἄμεινον τῇ ἀληθείᾳ συγχωρήσαντα τὴν δόξαν νικᾶν ἢ τῇ δόξῃ συγχωρήσαντα πρὸς τῆς ἀληθείας ἠττᾶσθαι. Ζητῶν τὴν ἀλήθειαν οὐ ζητήσεις τὸ ἐκ παντὸς τρόπου νικᾶν· καὶ εὕρων τὴν ἀλήθειαν ἕξεις τὸ μὴ νικᾶσθαι. Ἡ ἀλήθεια παρ’ αὐτῇ νικᾷ, ἡ δὲ δόξα παρὰ τοῖς ἔξω. Ἐλευθερία καὶ δουλεία τὸ μὲν ἀρετῆς ὄνομα τὸ δὲ κακίας, ἀμφω δὲ προαιρέσεως ἔργα. οἷς δὲ προαίρεσις οἱ κοινωνεῖ, τούτων ψαύει μὲν οὐδέτερον· ψυχὴ δὲ δεσπόζειν εἴωθε σώματος καὶ ὅσα τῶν ἀμφὶ σῶμα προαιρέσεως ἀκοινωνήτα. οὐδεὶς γὰρ δοῦλος, τὴν προαίρεσιν