Ancient Greek
4.187.1
Joannes Stobaeus Anthologus, Anthologium 4.187.1
Unproofread scanNot analysed yet
θανάτου καὶ κακία διὰ χρημάτων, τὸν δὲ τῆς ψυχῆς ἀρετὴ διὰ μαθήσεως καὶ ἐμπειρίας καὶ ἀσκήσεως. Εἰ βούλει ἀταράχως καὶ εὐαρέστως ζῆν, πειρῶ τοὺς συνοικοῦντάς σοι σύμπαντας ἀγαθούς ἔχειν. ἔξεις δὲ ἀγαθούς, εἰ τοὺς μὲν ἔχοντας παιδεύσεις, τοὺς δὲ ἄκοντας ἔπειτα χειρωμένους ἀπολύσεις. συμφεῦζεται γὰρ τοῖς φρυοῦσιν ἡ μοχθηρία ἄμα καὶ ἡ δουλεία, συνυπολειφθήσεται δὲ τοῖς συμμένοσί σοι ἡ χρηστότης καὶ ἡ ἐλευθερία.