Ancient Greek
4.231.1
Joannes Stobaeus Anthologus, Anthologium 4.231.1
Unproofread scanNot analysed yet
σοφίας ἴδιον ὡς τὸ συμβολικόν, οἷον ἐν τελετῇ μεμιγμένον φωνῇ καὶ σιωπῇ διδασκαλίας γένος, ὥστε μὴ λέγειν ἀείσω ξυνετοῖσι, θύρας δ' ἐπίθεσθε βέβηλοι, ἀλλ' αὐτόθεν ἔχειν φῶς καὶ χαρακτῆρα τοῖς συνήθεσι τὸ 5 φράζομενον, τυφλὸν δὲ καὶ ἄσημον εἶναι τοῖς ἀπείροισι. ὡς γὰρ ὁ ἄναξ ὁ ἐν Δελφοῖς οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει κατὰ τὸν Ἡράκλειτον, οὕτω τῶν Πυθαγορικῶν συμβόλων καὶ τὸ φράζεσθαι δοκοῦν κρυπτόμενόν ἐστι καὶ τὸ κρύπτεσθαι νοούμενον.