Ancient Greek
4.231.2
Joannes Stobaeus Anthologus, Anthologium 4.231.2
Unproofread scanNot analysed yet
10 200 (5, 73 Mein.) Ἐκ τῆς Νικολάου Ἑθῶν συναγωγῆς (hist. gr. min. ed. L. Dindorf v. I p. 145 fr. 3). Γαλακτοφάγοι, Σκυθικὸν ἔθνος, ἀοἴκοι τε εἰσίν, ὥσπερ καὶ οἱ πλεῖστοι Σκύθαι, τροφὴν δ' ἔχουσι γάλα μόνον ἱππειον, ἐξ οὗ τυροποιούντες ἐσθίουσι καὶ πίνουσι, καὶ 15 εἰσὶ διὰ τοῦτο δυσμαχώτατοι, σὺν αὐτοῖς πάντη τὴν τροφὴν ἔχοντες. οὗτοι καὶ Δαρεῖον ἐτρέφοντο. εἰσὶ δὲ καὶ δικαιότατοι, κοινὰ ἔχοντες τὰ τε κτήματα καὶ τὰς γυναῖκας, ὥστε τοὺς μὲν πρεσβυτέρους αὐτῶν πατέρας νομίζειν, τοὺς δὲ νεωτέρους παῖδας, τοὺς δ' ἥλικας ἀδελφούς. 20 ὧν ἦν καὶ Ἀνάχαρσις, εἷς τῶν ἑπτὰ σοφῶν νομισθεῖς·