Ancient Greek
4.287.2
Joannes Stobaeus Anthologus, Anthologium 4.287.2
Unproofread scanNot analysed yet
Ἀλλὰ μὴν ἡ φρόνησις οὐ σωμάτων ἀλλὰ πραγμάτων ὁμῶς ἐστί, πρὶν ἐν αὐτοῖς γενέσθαι τὸν ἄνθρωπον, ὅπως 5 ἀρίστα χρησεται τοῖς ἀπαντῶσι καὶ προστυγχάνουσι, παρέ-χουσα διασκοπεῖν τὸ μέλλον. τὸ μὲν οὖν σῶμα πρόσσω μόνον ὀμμάτωνται, τοῖς δ’ ὀπίσθεν τυφλὸν ἐστιν ἀτεχνῶς· ἡ δὲ διάνοια καὶ τὰ παρωχημένα βλέπειν τῇ μνήμῃ πέ-φρικεν. ὁ γὰρ ἐγκαθημένος ἀεὶ καὶ οἰκουρῶν γραμματεύς 10 ἐν ἡμῖν, ὡς φησιν ὁ Πλάτων, οὗτός ἐστι, καὶ προγεγονὲς ἐνταῦθα τῆς ψυχῆς εἴτε μέρος εἴτε ὀργανον, ᾧ τῶν πραγμάτων ἀντιλαμβάνεται φερομένων καὶ φυλάττει καὶ ἵστησι καὶ κυκλοποιεῖ τὸ παρωχημένον ἐπιστρέφουσα, καὶ συνάπτουσα τῷ παρόντι, καὶ παραρρεῖν εἰς τὸ ἀπει-15 ρον οὐκ ἐῶσα καὶ ἀνύπαρκτον καὶ ἄγνωστον.