Ancient Greek
4.287.3
Joannes Stobaeus Anthologus, Anthologium 4.287.3
Unproofread scanNot analysed yet
Χρὴ τοίνυν τὸν μέλλοντα θαυμασθήσεσθαι περὶ τὸ ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ' θεῖον φιλοθύτην εἶναι, μὴ τῷ πολλὰ θύειν, ἀλλὰ τῷ πυκνὰ τιμᾶν τὸ θεῖον· τὸ μὲν γὰρ εὐπορίας, τὸ δ' ὁσιότητος σημεῖον. ἔπειτα γονεῖς γηροτροφεῖν καλῶς ταῖς <τ'> ἐκείνων βουλήσει τὸν αὑτοῦ βίον εὐπειθῶ κατασκευάζειν. ὁ γὰρ μὴ τοιοῦτος, ἀλλὰ τῶν τε τῆς φύσεως τῶν τε τῆς πόλεως νόμων ὀλιγωρῶν ἀμφοτέρους τοὺς τῆς δικαιοσύνης τρόπους παραβέβηκε. καὶ μὴν καὶ γυναῖκός καὶ παίδων ἐπιμελητέον καλῶς καὶ φιλανθρώπως· οἱ μὲν γὰρ εἰς τὸ γῆρας ἀμείβονται ταῖς θεραπείαις, ἢ δ' ἐν ταῖς νόσοις καὶ ταῖς καθ' ἡμέραν οἰκονομίαις ἀποδώσει τὴν ἐνεργεσίαν. . . . ἐὰν τινι συμβάλλειν ἀνάγκη ἢ, μετὰ τοῦ βεβαίου πειρῶ τοῦτο πράττειν· φρονιμώτερον γὰρ ἀνδρὸς δανείσαντα φρονίμως ἀπολαβεῖν φιλικῶς, ἢ συναλλάξαντα φιλανθρώπως κομίσασθαι φιλαπεχθημόνως.