Ancient Greek
4.352.2
Joannes Stobaeus Anthologus, Anthologium 4.352.2
Unproofread scanNot analysed yet
ἀλλήλας ἐντίθησι. τοιαύτη δὴ οὖν οὖσα καὶ ἀφορμὴν παρέχει ταῖς ὅλαις ὥστε ἐγγενέσθαι, καὶ ἐγγενομέναις αὐταῖς ἀσφαλῆ παρέχει σωτηρίαν. Καὶ ἡ τῶν ὥρῶν τοῦ ἐνιατοῦ σύστασις καὶ ἡ τῶν στοιχείων πρὸς ἀλλήλα σύγκρασις συμφωνίαν ἀποσώζει καλλίστην καὶ σώφρονα. καὶ τὸ γε πᾶν τοῦτο διὰ τὴν κοσμιότητα τῶν καλλίστων μέτρων κόσμος ἐπι-καλεῖται.