Ancient Greek
4.352.5
Joannes Stobaeus Anthologus, Anthologium 4.352.5
Unproofread scanNot analysed yet
51 (5, 48 Mein.) Ἐπαμεινώνδον. Πρέσβεις ἦκον παρὰ βασιλέως χρυσίον κομίζοντες βουλόμενοι δωροδοκήσαι τὸν Ἐπαμεινώνδαν. ὁ δὲ αὐ-τοῖς εἰς ἄριστον εἰσεδέξατο, ἤδει γὰρ ἐφ’ ᾧ τινι ἦκον, καὶ ἐκέλευσεν αὐτοὺς πρότερον ἀριστᾶν, εἶτα λέγειν περὶ ὧν βούλοιντο. παρακειμένης δὲ τραπέζης φαύλης καὶ ὀξίνην ἐπίνον. οἱ μὲν οὖν οὐκ εἶχον ὅ τι καὶ εἴποιεν ἐπὶ τούτοις, ὁ δὲ διαμειδιάσας ‘ἄπιτε’ ἔφη ‘καὶ λέγετε