Ancient Greek
4.587.2
Joannes Stobaeus Anthologus, Anthologium 4.587.2
Unproofread scanNot analysed yet
ἡξίου γὰρ οἶμαι μηδὲν μαλακώτερον ἐν τῇ θεραπείᾳ γίνεσθαι αὐτῷ ἢ τῶν δούλων τινὶ νοσοῦντι· ὡς γὰρ ἐκεῖνοι θεραπεύεσθαι δύνανται διὰ τοῦ τροφὴν λαμβά-νειν πολυτελεστέραν, δύνασθαι ἄν καὶ ἡμᾶς. δεῖ γὰρ μηδαμῶς τὸν ἀγαθὸν ἄνδρα δοῦλον μηδενὸς εἶναι μαλα-κώτερον. διόπερ ὁ Ζήνων εἰκῶς ἡξίου εὐλαβεῖσθαι τὴν πολυτέλειαν ἐν τῇ τροφῇ καὶ μηδ’ ἐπ’ ὀλίγον ἐνδιδόναι πρὸς τὸ τοιοῦτον· ἐπείπερ ὁ ἐνδοὺς ἅπαξ προέλθοι ἂν ἐπὶ πλεῖστον, ἅτε τῆς ἡδονῆς πολλὴν ἔχουσης αὔξησιν ἐν τε πόμασι καὶ βρώμασι. ταῦτα μὲν τότε καινότερα ἔδοξεν ἡμῖν εἰπεῖν περὶ τροφῆς, ὧν εἴωθε λέγειν ἕκαστος.