Ancient Greek
4.587.3
Joannes Stobaeus Anthologus, Anthologium 4.587.3
Unproofread scanNot analysed yet
43 (17, 44 Mein.) Ξενοφῶντος ἐν α’ Ἀπομνημονευμά-των (I 3, 5). Διαίτῃ δὲ τὴν τε ψυχὴν ἐπαίδευσε καὶ τὸ σῶμα ἡ-χρώμενος ἂν τις, εἰ μὴ τι δαιμόνιον εἴη, θαρραλέως καὶ ἀσφαλῶς διάγοι καὶ οὐκ ἂν ἀπορήσειε τοσαύτης δαπά-νης. οὕτω γὰρ ἐντελῆς ἦν, ὥστ’ οὐκ οἶδ’ εἴ τις οὕτως ἂν ὀλίγα ἐργάζοιτο ὥστε μὴ λαμβάνειν τὰ Σωκράτει ἀρκοῦντα. σῖτῳ μὲν γὰρ τοσοῦτῳ ἐχρήτο, ὅσον ἡδέως ἠσθεῖ, καὶ ἐπὶ τούτῳ οὕτω παρεσκευασμένος ἦει ὥστε τὴν ἐπιθυμίαν τοῦ σίτου ὀψον αὐτῷ εἶναι· ποτῶν δὲ πᾶν