Ancient Greek
4.609.3 to 4.610.7
Joannes Stobaeus Anthologus, Anthologium 4.609.3-4.610.7
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΑΝΕΞΙΚΑΚΙΑΣ. 1 Εὐριπίδου Ἀνδρομάχης (642—644). Σιμυρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν ἐξευλαβοῦνται, μὴ φίλοις τεῦχειν ἔριν. 2 Φιλήμονος Ἐπιδικαζομένου (fr. 1 com. IV p. 9). Ἡδίων οὐδὲν οὐδὲ μουσικώτερον ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ´ Πλάτων λοιδορούμενος ὑπὸ τινος ‘λέγε’ ἔφη ‘κακῶς, ἐπεὶ καλῶς οὐκ ἔμαθες’. 6 Ἀριστίππου. Ἀριστίππος λοιδοροῦντος αὐτὸν τινὸς ἔφη ‘τοῦ μὲν λέγειν κακῶς σὺ κύριος εἶ, τοῦ δὲ δικαίως ἀκούειν ἐγώ’. 7 Πλουτάρχου ἐκ τοῦ Πῶς ἔστιν ἀπ’ ἔχθρῶν ὠφελῆθῆναι Λόγων δέ, κουφotáτου πράγματος, βαρυτάτῃ ζημίᾳ ὁ λοιδορῶν γὰρ, ἂν ὁ λοιδορούμενος μὴ προσποιῆται, λοιδορεῖται [δ] λοιδορῶν. 3 Εὐριπίδου ἐκ Πρωτεσιλάου (fr. 654 N. ²). Δυοῖν λεγόντοιν, ὁατέρου θυμουμένου, ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος. 4 Δημοσθένους. Δημοσθένης λοιδορουμένου τινὸς αὐτῷ ‘οὐ συγκαταβαίνω’ εἶπεν ‘εἰς ἄγωνα, ἐν ᾧ ὁ ἡττώμενος τοῦ νικῶντός ἐστι χρείτων’. 5 Πλάτωνος.