Ancient Greek
4.611.2
Joannes Stobaeus Anthologus, Anthologium 4.611.2
Unproofread scanNot analysed yet
κατὰ τὸν θεῖον Πλάτωνα, καὶ παρὰ θεῶν ἑπεται καὶ παρ’ ἀνθρώπων. ἡ δὲ σιγὴ πανταχοῦ μὲν ἀνυπεύθυνον, οὐ μόνον ἀδίψων, ὡς φησιν Ἱπποκράτης, ἐν δὲ λοιδορίαις σμικρὸν καὶ Σωκρατικόν, μᾶλλον δὲ Ἡράκλειον, 5 <εἴ γε κάκεινος> οὐδ’ ὅσσον μνίας συγερᾶν ἐμπάζετο μύθων. 8 Πυθαγόρου. Μεγάλην παιδείαν νόμιζε, δι’ ἧς δυνήση φέρειν ἀπαιδευσίαν. 10 9 Εὐσεβίου (fr. 27 phil. graec. III p. 11 Mullach.) . Ὀργῆς κρατεῖν ἄριστον ἐθίζειν ἑαυτόν, μάλιστα μὲν καὶ πρὸς τὸ μὴ εὐπετέως πρὸς αὐτῆς ξυγκινεῖσθαι· εἰ δὲ μή, ἀλλ’ ὥστε γε πάντως μὴ τὸ καταναγκαζόμενον ὑπ’ αὐτῆς αὐτίκα καὶ ἐν τῷ ἀλογίστῳ ἀποπιμπλάναι. 15 10 Σοφοκλέους Αἴαντι (1357). Νικᾶ γὰρ ἀρετὴ με τῆς ἔχθρας πολύ. 11 Θεόγνιδος (695—696). Οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα, τέτλαθι· τῶν δὲ καλῶν οὐχὶ σὺ μόνος ἑρᾶς.