Ancient Greek
4.796.3 to 4.799.14
Joannes Stobaeus Anthologus, Anthologium 4.796.3-4.799.14
Unproofread scanNot analysed yet
Ὁ φθόνος, ὥσπερ φαῦλος δημαγωγός, ταῖς καλαῖς ἀντιπολιτεύεται πράξεσιν. 37 Ἐκ τῶν κοινῶν Ἀριστοτέλους διατριβῶν. Οὐχ ἡ λύπη μέγιστον κακὸν ἀκολουθεῖ τῷ φθόνῳ, ἀλλὰ πολὺ μείζον τὸ καὶ πρὸς τοὺς γνωρίμους γίνεσθαι· τῷ γὰρ αἰσχρῷ καὶ φαύλῳ τὴν ὑπεροχὴν δοτέον, οὐ τῇ λύπῃ. Μὴ φθονεῖτε τοῖς παρ’ ἑμοὶ πρωτευούσιν, ἀλλ’ ἀμιλλᾶσθε χρηστοὺς ὑμᾶς αὐτοὺς παρέχοντες ἐξισοῦσθαι τοῖς προέχουσιν. 5 Πολὺ γὰρ βελτίων ἀνδρὸς ἐστιν ἐφ’ οἷς αὐτὸς ἐπποιήκεν ἀξίων τιμᾶσθαι ἢ ἐφ’ οἷς ἕτεροι ποιήσαντες ἐτιμήθησαν φθονεῖν. 41 Θουκυδίδου (II 45, 1). Φθόνος τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδῶν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται. 42 Ἰσοκράτους Εὐαγόρα (§6 p. 190b). Τούτων δ’ αἴτιος ὁ φθόνος, ὅ τούτο μόνον ἀγαθὸν πρόσθεσιν, ὅτι μέγιστον κακὸν τοῖς ἔχουσιν ἐστιν. 15 Τοσοῦτω δὲ εἰσιν οἱ φθονεροὶ δυστυχέστεροι τῶν ἄλλων, ὅσον οἱ μὲν ἐπὶ ταῖς αὐτῶν συμφοραῖς ἀλγοῦσιν· οἱ δὲ φθονοῦντες πρὸς τοῖς ἑαντῶν καχοῖς καὶ ἐπὶ τοῖς τῶν ἄλλων ἀγαθοῖς λυπούμενοι διατελοῦσιν. ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ´ 48 Σωκράτους. Σωκράτης τὸν φθόνον εἶπεν ἕλκος εἶναι τῆς ψυχῆς. 49 Πλάτωνος ἐκ τοῦ Μενέξενου ἢ Ἐπιταφίου (p. 242 A). Εἰρήνης δὲ γενομένης καὶ τῆς πόλεως τιμωμένης ἦλθεν ἐπ’ αὐτήν, ὁ δὴ φιλεῖ ἐκ τῶν ἀνθρώπων τοὺς εὖ πράττουςι προσπίπτειν, πρῶτον μὲν ζῆλος, ἀπὸ ζήλου δὲ φθόνος. 50 Βίωνος. ἀναξι 44 Ἄναξιμένους. Οἱ γὰρ μετὰ φθόνου κρινοντες τὸ πρωτεῖον ἀπονέ- μουνσι τοῖς χειρίστοις, οὐ τοῖς βελτίστοις. 45 Τοῦ αὐτοῦ. Ὅσοι γὰρ τὰ καλῶς ἠγμένα ἢ πραχθέντα διὰ φθόνον οὐκ ἐπαινοῦσι, πῶς οὗτοι ἂν τοῖς ἔργοις ὠφελήσειαν; Μωμεομένων φλαύρων ὁ ἀγαθὸς οὐ ποιεῖται λόγον. Ὁ φθονέων ἑαυτὸν ὡς ἔχθρὸν λυπεῖ. Ῥόδον καὶ πρῶτοι τὴν νῆσον κατασχόντες, βάσκανοί τε σφόδρα ἦσαν καὶ φθονεροί· τεχνῖται δὲ ὄντες καὶ τὰ τῶν προτέρων ἔργα μωμησάμενοι Ἀθηναῖς Τελχινίας ἄγαλμα πρῶτοι ἱδρύσαντο, ὥσπερ εἴ τις λέγοι Ἀθηναῖς βάσκανον. Οὐκ ἂν ἐκώλυον οἱ νόμοι ζῆν ἕκαστον κατ’ ἰδίην ἐξουσίαν, εἰ μὴ ἕτερος ἕτερον ἐλυμαίνετο. φθόνος γὰρ στάσιος ἀρχὴν ἀπεργάζεται.