Ancient Greek
4.799.2 to 4.800.4
Joannes Stobaeus Anthologus, Anthologium 4.799.2-4.800.4
Unproofread scanNot analysed yet
Βίων ὁ σοφιστὴς ἰδὼν τινα φθονερὸν σφόδρα κεκρυφῶτα εἶπεν ‘ἢ τούτῳ μέγα κακὸν συμβέβηκεν ἢ ἄλλῳ μέγα ἀγαθόν’. Ἡκιστα φθονεῖσθαι ἔλεγε τοὺς τῇ τύχῃ χρωμένους ἐπιεικῶς καὶ μετρίως· οὐ γὰρ ἡμῖν, ἀλλὰ τοῖς περὶ ἡμᾶς φθονοῦσιν. 52 (38, 56 Mein.) Ἐκ τῆς Νικολάου Ἰδῶν συναγωγῆς Τελχῖνες ἄνθρωποι ὀνομαζόμενοι τὸ ἀνέκαθεν Κρήτες, οἰκήσαντες δὲ καὶ ἐν Κύπρῳ, μεταναστάντες δ’ εἰς ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ' Οὐδενὶ φθονητέον. ἀγαθοὶ μὲν γὰρ ἀξιοι, κακοὶ δ' ἐὰν εὐτυχήσι, κακῶς ζῶσιν. Ἄνθρω πολλὰ ἔχων χρηστὰ μαθήματα, ἔπειτα γνώμῃ πονηρῇ διαχρεόμενος καὶ μὴ βουλόμενος τοῖσι μεταποιευμένοις ὑπὸ φθόνου μεταδιδόναι, ἔοικεν ἀγγείῳ πονηρῷ πολλὰ καὶ χρηστὰ ἔχοντι ἐν ἑαυτῷ ἀποκείμενα καὶ τὰ ἐνεόντα πρὶν φανῆναι διαφθείροντι.