Ancient Greek
4.800.5
Joannes Stobaeus Anthologus, Anthologium 4.800.5
Unproofread scanNot analysed yet
56 (38, 60 Mein.) Ξενοφῶντος ἐν τρίτῳ Ἀπομνημονευμάτων (III 9, 8). Φθόνον δὲ σκοπῶν ὅ τι εἴη, λύπην μὲν τινὰ ἐξεύρισκεν αὐτὸν ὄντα, οὔτε μέντοι τὴν ἐπὶ φίλων ἀτυχίαις οὔτε τὴν ἐπ' ἐχθρῶν εὐτυχίαις γιγνομένην, ἀλλὰ μόνους ἔφη φθονεῖν τοὺς ἐπὶ ταῖς τῶν φίλων εὐπραξίαις ἀνιωμένους. Θαυμαζόντων δὲ τινων εἴ τις φίλῳ τινι ἐπὶ τῇ εὐπραξίᾳ αὐτοῦ λυποῖτο, ὑπεμῖμνησken ὅτι πολλοὶ οὕτω πρὸς τινὰς ἔχουσιν ὥστε κακῶς μὲν πράττοντας μὴ δύνασθαι περιορᾶν, ἀλλὰ βοηθεῖν ἀτυχοῦσιν, εὐτυχοῦντων