Ancient Greek
4.835.2
Joannes Stobaeus Anthologus, Anthologium 4.835.2
Unproofread scanNot analysed yet
πριαμένου αὐτὸν ὡς δεσπότης δοῦλον ἥρχεν. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; ἀλλ’ ἐγὼ σοι οὐ δοκῶ εἶναι φυγάς; ἀρ’ οὖν ἐστέρημαι παροησίας; ἆρα ἀφήρημαι τὴν ἐξουσίαν τοῦ ἃ φρονῶ λέγειν; ἤδη δὲ με εἶδες ἢ σὺ ἢ ἕτερος ὑποπτήσονται τῷ ὅτι φεύγω; ἢ χειρὸν ἔχειν τὰ πράγματα νομίζοντα νῦν ἢ πρότερον; ἀλλ’ οὐδὲ μὰ Δία λυπούμενον ἢ ἀθυμοῦντα διὰ τὴν φυγὴν φαίης ἂν ἐωρακέναι με. καὶ γὰρ εἰ τὴν πατρίδα τις [ἡμῶν] ἀφίηται, τὸ γε δύνασθαι φέρειν φυγὴν οὐκ ἀφίηται.