Ancient Greek
4.835.3
Joannes Stobaeus Anthologus, Anthologium 4.835.3
Unproofread scanNot analysed yet
Οἷς δὲ λογισμοῖς χρῶμαι πρὸς ἑαυτόν, ὥστε μὴ ἄχθεσθαι τῇ φυγῇ, τούτους καὶ πρὸς σὲ εἶποιμ’ ἂν. δοκεῖ μοι ἡ φυγὴ στερίσκειν μὲν ἄνθρωπον οὐ πάντως οὐδ’ ὧν οἱ πολλοὶ νομίζουσιν ἀγαθῶν, καθάπερ ἄρτι ἐδείκνυν. εἰ δ’ οὖν καὶ στερίσκοι ἢ τινὸς ἢ πάντων τούτων, τῶν γε ἀληθῶς ἀγαθῶν οὐ στερίσκει· οὔτε γὰρ ἀνδρείαν ἢ δικαιοσύνην ὁ φεύγων ἔχειν κωλύεται, διὸ φεύγει, οὔτε σωφροσύνην ἢ φρόνησιν, οὐδ’ αὐ ἀρετὴν