Ancient Greek
5.231.4
Joannes Stobaeus Anthologus, Anthologium 5.231.4
Unproofread scanNot analysed yet
Ὡς δὲ ἠγνότες πρῶτον καὶ σαντῷ προσήκειν οὐδὲν ἐπελάμβανες, πλὴν ὅσον ὡς ἄνθρωπος τὴν κοινὴν φύσιν ἀνθρώπων αἰδοῦμενος, τούτους ὡς ἤδη γνωρίμους καὶ φίλους ἅπαντας +θεώμενος εἶναι. Ὀμήρῳ γοῦν οὐκ ἀπέχρησε πατέρα ἀπλῶς τῶν ἀρχομένων τὸν ἄρχοντα προσειπεῖν· καίτοι τί ποτ᾽ ἂν εὑρεθείη τοῦτον πρᾶότερον ἀνθρώποις ὄνομα; ἀλλὰ καὶ τὸν ἵπιον φέρων ἐπέθηκε τῷ πατρί, ὁμοῦ μὲν γονεύσιν ὁμοῦ δὲ ἄρχουσιν ἀγαθοῖς ταύτην πρέπειν τὴν προσηγორίαν ἡγοῦμενος.