Ancient Greek
5.232.1
Joannes Stobaeus Anthologus, Anthologium 5.232.1
Unproofread scanNot analysed yet
Τὴν μὲν οὖν ἄς ἀρχομένων πρόνοιαν κοινὴν ἀπονέμειν πᾶσι, τοῖς δ' ἐκ πείρας φαινομένοις χρηστοῖς δευτέραν τὴν ἐκ τῶν τρόπων οἰκειότητα προστιθέναι προαιροῦ. καὶ ὑπεροψίαν μὲν καὶ τὰς συνερίθους ταύτῃ κακίας, ἀλαζονείαν καὶ αὐθίδειαν, ὡς μικροπρεπεῖς ψυχῆς διαθέσεις ἀποδιδράσκωμεν· τὸ γὰρ ἑαυτῶν ἐπιλανθάνεσθαι διὰ τὴν ἐφήμερον τῆς ἀρχῆς φαντασίαν πολλὴν διανοίας ἀπελέγχει σμικρότητα. οὐ μὴν τὰς ἐπονειδίστους ταύτας τῆς κακίας ὑπερβολὰς ἀποδιδράσκοντες πρὸς ἕτερον τῆς πονηρίας ἄκρον αἰσχρῶς ἂν μεταπίπτομεν, ἐντέλειαν καὶ ταπεινότητα ἡθους, φαῦλα ἀντὶ φαύλων τῶν πρόσθεν ἡθῶν ἀνταλλαττόμενοι· ἀλλ' ἡμεροὺν χρή καὶ σεμνὸν τοῖς ὑπηκόοις δοκεῖν τε καὶ εἶναι τὸν ἀληθῶς ἄρχοντα.