Ancient Greek
5.232.2 to 5.234.1
Joannes Stobaeus Anthologus, Anthologium 5.232.2-5.234.1
Unproofread scanNot analysed yet
56 Ἐν τούτῳ. Δεῖ δὲ μήτε ὀργῇ προσομιλεῖν τοῖς ἀρχομένοις μήτε ἀνεπίπληκτον τοῖς ἀμαρτάνουσι τὴν προαίρεσιν καταλείπειν. τὸ μὲν γὰρ οὐδὲν τῶν μαινομένων διαφέρειν τὸν ἄρχοντα δείκνυσι, τὸ δ' εὐχερείαν ἀμαρτημάτων τοῖς ὑπηκόοις ἐντίκτει. Ἀνεξίκαχον δὲ ὁμοῦ καὶ μισοπόνηρον σεαυτὸν ἐπιδείκνυε, τῷ μὲν [γὰρ] ἡρέμα κολάζειν τὴν ἀνεξικαχίαν, τῷ δ' ἀπεχθάνεσθαι τοῖς κακοῖς τὴν μισοπονηρίαν ἐλέγχων, ἵνα τὸ μὲν φεύγειν τὰ φαῦλα, τὸ δὲ μὴ λίαν ἀπαραμόθητον εἶναι τοῖς ἐπταικόσι τὴν τύχην ἀποδεικνύῃ. Ἀφεκτέον δὲ καὶ σκωμμάτων τοῖς ὡς ἀληθῶς ἄρχουσιν, ἢ καταφρήσει τις τὸ σεμνὸν τῆς ἀρχῆς γελωτοποιεῖν πειρώμενος. V ΠΕΡΙ ΑΡΧΗΣ ΚΤΕ. 60 Ἐν τούτῳ. Χάριτας μὲν τὸ δίκαιον ὑπερβαينوῦσας οὐδ’ ὀνομαστέον ἐμοὶ δοκεῖν χάριτας· τὰς δὲ τῆς δικαιοσύνης φίλας Καὶ λοιδοριῶν καθαρευτέον· ἰδιωτικῆς γὰρ ἀκοσχλίας τοῦτο σύμβολον. Νουθετήσεις δὲ καὶ παραίνεσεων τὸ διπτὸν εἶδος, πῇ μὲν σφοδρῶς καθαπτόμενον πῇ δὲ προσηνῶς θεραπεύον, γνωρίσματα ἐμοὶ δοκεῖν ἐπλειχοὺς ἄρχοντος. 57 Ἐν τούτῳ. Συνάρμοζε δὲ τοῖς ἥθεσιν ἑκάστων τὸν πρόσφορον τῆς ἐπιστάσιος τρόπον, τοῖς μὲν ἐπλειξέσιν ἐμμελῶς, τοῖς δ’ ὑπτίοις συντόνως, αὐστηρῶς δὲ τοῖς θρασέσι, πρᾶως δὲ τοῖς εὐλαβεστέροις προσιών. 58 Ἐν τούτῳ. Δεῖ δὲ ἀπεὶργειν μὲν τῶν ἁμαρτημάτων ἀνάγκη πειθῶ συναρμόζοντα, σφαλείσι δὲ σύμμετρον τῆς δίκης ἐπάγειν τὴν ἐπανόρθωσιν, ὅσα μὲν μικρὰ καὶ συνήθη τῶν ἁμαρτημάτων ἀγνοεῖν δοκοῦντα (οὔτε γὰρ ἐπὶ πᾶσιν ἀπλῶς καὶ τοῖς τυχοῦσιν ἐπεξιέναι οὔτε γιγνώσκοντα παρορᾶν ὠφέλιμον), τὰ δὴ ἤδη τοῖς ἀρχομένοις ἐπαχθῆ ταῖς ἐκ τῶν νόμων θεραπειαῖς ἰώμενον. 59 Ἐν τούτῳ. Καὶ βούλου μὲν ἁμαρτημάτων τὴν ψυχὴν ὡς δυνατόν καθαρεύειν· ἐννοεῖ δὲ ὡς σύμφυτον τὸ ἁμαρτάνειν ἀνθρώποις· ὥσθ’ ἕως τις ὡς ἀναμαρτήτους κολάζῃ, τὸ μέτρον ὑπερβαίνει τῆς κατὰ φύσιν ἐπανορθώσεως. ἀπόδειξον δὲ σαυτὸν τῆς ἀρχῆς πρέποντα κόσμον, ἀλλὰ μὴ ταῖς ἐξώθεν καὶ ἐφημέροις σκιαγραφίαις καλλωπίζου. οὐδεὶς ἂν ἢς οὐκ ἀπὸ δρυὸς ἔστιν ἢ πέτρας ἔχων ἀρνησάμενος τύχοι. ἐπεὶ γὰρ πολλάκις ὁ νόμος πικροτέρας τῶν Δεῖ δὲ τὸν ἀληθινὸν ἄρχοντα μὴ μόνον ἐπιστάμενά