Ancient Greek
5.263.1
Joannes Stobaeus Anthologus, Anthologium 5.263.1
Unproofread scanNot analysed yet
εἰς τὸ κοινὸν ἔχθσα ἴδια ἰσχυρὰ φιλίει ἐγγίνεσθαι· αὐτὸς γὰρ ἕκαστος βουλόμενος [χρυφαῖος εἶναι γνώμῃ τε νικᾶν εἰς ἔχθσα μεγάλα ἀλλήλοις ἀπικνέονται, ἐξ ὧν στάσεις ἐγγίνονται, ἐκ δὲ τῶν στασίων φόνος· ἐκ δὲ τοῦ 5 φόνου ἀπέβη εἰς μοναρχίην,] καὶ ἐν τούτῳ διέδεξε, ὅσῳ ἐστὶ τοῦτο ἄριστον. δήμου τε αὐ ἀρχοντος ἀδύνατον μὴ οὐ κακότητα ἐγγίνεσθαι· κακότητος τοίνυν ἐγγινομένης, εἰς τὰ κοινὰ ἔχθσα μὲν οὐκ ἐγγίνεται τοῖσι κακοῖσι, φιλίαι δὲ ἰσχυραὶ· οἱ γὰρ κακοῦντες τὰ κοινὰ συγχῦψαντες ποι- 10 εῦσι. τοῦτο δὲ τοιούτου γίνεται ἐς ὅ ἂν προστάς τις τοῦ δήμου τοὺς τοιούτους παιύσῃ. ἐκ δὲ αὐτῶν θωμάζεται οὕτος δὴ ὑπὸ τοῦ δήμου, θωμάζομενος ἐφάνη ἔων μούναρχος· καὶ ἐν τούτῳ δηλοῖ καὶ οὕτος, ὡς ἡ μοναρχίη κράτιστον. ἐνὶ δ’ ἔπει πάντα συλλαβόντα εἰπεῖν, χόθεν 15 ἡμῖν ἡ ἐλευθερίη ἐγένετο καὶ τεῦ δόντος; χότερα παρὰ δήμου ἢ ὀλιγαρχίης ἢ μονάρχου; ἔχω τοίνυν γνώμην ἡμέας ἐλευθερωθέντας διὰ ἕνα ἄνδρα τὸ τοιοῦτο περιστέλλειν.