Ancient Greek
5.263.2
Joannes Stobaeus Anthologus, Anthologium 5.263.2
Unproofread scanNot analysed yet
σ 25 Πλάτωνος ἐκ τοῦ Πολιτικοῦ (p. 276B—E). Ἐπιμέλεια δὲ γε ἀνθρωπίνης ζυμπάσης κοινωνίας οὐδεμία ἂν ἐθελήσειεν ἑτέρα μᾶλλον καὶ προτέρας τῆς βασιλικῆς φῦναι καὶ κατὰ πάντων ἀνθρώπων ἀρχῆς εἶναι τέχνη. —Λέγεις ὀρθῶς. —Μετὰ ταῦτα δὲ γε, ὦ Σώκρατες, ἄρα ἐννοοῦμεν ὅ τι πρὸς αὐτὰ δή τῷ τέλει συγχὸν αὐ διημαρτάνετο; —Τὸ ποῖον; —Τόδε, ὡς ἂρ´ εἰ καὶ διανοήθημεν ὅ τι μάλιστα τῆς δίποδος ἀγέλης εἶναι τινα θρεπτικὴν τέχνην, οὐδὲν τι μᾶλλον ἡμᾶς ἔδει βασιλικὴν αὐτὴν εὐθὺς καὶ πολιτικὴν ὡς ἀποτελεσμένην προσαγορεύειν. —Τί μήν; —Πρῶτον μὲν, ὁ λέγομεν, τοὔνομα μετασκευωρήσασθαι, πρὸς τὴν ἐπιμέλειαν μᾶλλον προσαγωγόντας ἢ τὴν τροφήν, ἔπειτα ταύτην τέμνειν· οὐ γὰρ σμικρὰς ἂν ἔχοι τιμῆσεις ἐτι. —Ποίας; —Ἡι τε τὸν θεῖον ἂν που διελούμεθα νομέα χωρὶς καὶ τὸν ἀνθρώπινον ἐπιμελητήν. —Ὀρθῶς. —Αὕδης δὲ γε τὴν ἀπονεμηθεῖσαν ἐπιμελητικὴν δίχα τέμνειν ἀναγκαῖον ἦν. —Τίνι; —Τῷ βιαίῳ τε καὶ ἐκονσίῳ. —Τί δή; —Καὶ ταύτῃ που τὸ πρότερον ἀμαρτάνοντες εὐηθέστερα τοῦ δέοντος εἰς ταὐτὸν βασιλέα καὶ τύραννον ξυνέθεμεν, ἀνομοιοτάτους ὄντας αὐτοὺς τε καὶ τὸν τῆς ἀρχῆς ἕκατέρου τρόπον. —Ἀληθῆ.