Ancient Greek
5.320.9
Joannes Stobaeus Anthologus, Anthologium 5.320.9
Unproofread scanNot analysed yet
ἔξεστιν ἀνευθύνῳ ποιεῖειν τὰ βούλεται; καὶ γὰρ ἂν τὸν τοῖσι κακίστοισι τῶν ἀστῶν· διαβολὰς δὲ ἡ ἄριστον ἐν-δέχεσθαι. ἀναρμοστότατον πάντων· ἢν τε γὰρ αὐτὸν μετρίως θαυμάζῃς, ἄχθεται ὅτι οὐ χάρτα θεραπεύεται, ἢν τε θεραπεύῃ τις χάρτα, ἄχθεται ἄτε θωπί. τὰ δὲ δή μέγιστα ἔρχομαι ἐρέων· νόμαιά τε κινεῖ πάτρια καὶ βιάται γυναῖκας κτείνει τε ἀκρίτους. πλῆθος δὲ ἄρχον πρῶτα μὲν ὄνομα πάντων κάλλιστον ἔχει, ἰσονομίην, δεύτερα δὲ τούτων τῶν ὁ μούναρχος ποιεῖ οὐδέν· πάλω μὲν ἄρχας ἄρχει, ὑπεύθυνον δὲ ἄρχην ἔχει, βουλεύματα δὲ πάντα ἐς τὸ κοινὸν ἀναφέρει. τίθεμαι οὖν γνώμην μεθέντας ἡμᾶς μουναρχίην τὸ πλῆθος ἀέξειν· ἐν γὰρ τῷ πολλῷ ἐνὶ τὰ πάντα.