Ancient Greek
5.321.2
Joannes Stobaeus Anthologus, Anthologium 5.321.2
Unproofread scanNot analysed yet
30 (30—46 Mein.) Ξενοφῶντος ἐκ τοῦ Ἱέρωνος (1,1—10). Σιμωνίδης ὁ ποιητὴς ἀφίκετό ποτε πρὸς Ἴερωνα τὸν τύραννον. σχολῆς δὲ γενομένης ἀμφοῖν εἶπεν ὁ Σιμωνί-δης· Ἄρ’ ἄν μοι ἐθέλησας, ὦ Ἴερων, διηγήσασθαι ἂ εἴκως εἰδέναι σε βέλτιον ἐμοῦ; Καὶ ποία ταύτ’ ἐστίν, ἔφη ὁ Ἴερων, ὁποῖα ἂν ἐγὼ βέλτιον εἰδείην σοῦ οὕτως ὄντος σοφοῦ ἀνδρός; Οἶδά σε, ἔφη, ἐγὼ καὶ ἰδιώτην γεγε-νημένον καὶ νῦν τύραννον ὄντα· εἴκως οὖν ἀμφοτέρων πεπειραμένον καὶ εἰδέναι σε μᾶλλον ἐμοῦ, πῇ διαφέρει