Ancient Greek
5.37.4
Joannes Stobaeus Anthologus, Anthologium 5.37.4
Unproofread scanNot analysed yet
66a Θουκυδίδου δημηγορίας Ἀλκιβιάδου. Ἐγὰ δὲ φημὶ πρῶτα μὲν δῆμον ξύμπαν ὀνομάσθαι, ὀλιγαρχίαν δὲ μέρος· ἔπειτα φύλακας μὲν ἀρίστους εἶναι χρημάτων τοὺς πλουσίους, βουλεύσθαι δ' ἂν βέλτιστα τοὺς ξυνετοὺς, κρίνειν δ' ἂν ἀκούσαντας ἀρίστα τοὺς πολλούς, καὶ ταῦτα ὁμοίως καὶ κατὰ μέρη καὶ ξύμπαντα ἐν δημοκρατίᾳ ἰσομοιρεῖ. ὀλιγαρχία δὲ τῶν μὲν κινδύνων τοὺς πολλοὺς μεταδίδωσι, τῶν δὲ ὠφελίμων οὐ πλεονεκτεῖ μόνον, ἀλλὰ καὶ ξύμπαντ' ἀφελομένη ἔχει.