Ancient Greek
5.38.2
Joannes Stobaeus Anthologus, Anthologium 5.38.2
Unproofread scanNot analysed yet
67 Δημοσθένους Φιλιππικῶν (VIII p. 107). Οὐδὲ γ' ἐμοὶ δοκεῖ δικαίου τοῦτ' εἶναι πολίτου, τοιαῦτα πολιτεύμαθ' εὑρίσκειν, ἐξ ὧν ἐγὼ μὲν πρῶτος ὑμῶν ἔσομαι εὐθέως, ὑμεῖς δὲ τῶν ἄλλων ὑστατοί· ἀλλὰ συναυξάνεσθαι δεῖ τὴν πόλιν τοῖς τῶν ἀγαθῶν πολιτῶν πολιτείοις, καὶ τὸ βέλτιστον ἀεὶ, μὴ τὸ ἥκιστον ἀπαντὰς λέγειν· ἐπ' ἐκεῖνο μὲν γὰρ ἡ φύσις αὐτὴ βαδίζεται, ἐπὶ τοῦτο δὲ τῷ λόγῳ δεῖ προσάγεσθαι διδάσκοντα τὸν ἀγαθὸν πολίτην.