Ancient Greek
5.44.9
Joannes Stobaeus Anthologus, Anthologium 5.44.9
Unproofread scanNot analysed yet
93 (92 Mein.) Ἱπποδάμου Πυθαγορείου ἐκ τοῦ Περὶ πολιτείας. CAPVT I ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ ἐπίκουρον, τὸ δὲ τρίτον βαναῦσον. καὶ τὰ μὲν πρᾶτα τῶν ἐλευθέρων βιοτῶν ἔχοντων οἰκῆα φαμὶ εἶμεν, τὸ δὲ τρίτον τῶν βιοπόνων. καὶ τὸ μὲν βουλευτικὸν ἀρίστον εἶμεν, τὸ δὲ βαναῦσον χερηδόν, τὸ δ’ ἐπίκουρον μέσον. καὶ τὸ 5 μὲν βουλευτικὸν ἄρχειν δεῖ, τὸ δὲ βαναῦσον ἄρχεσθαι, τὸ δὲ ἐπίκουρον καὶ ἄρχειν καὶ ἄρχεσθαι. τὸ μὲν γὰρ καὶ τι δεῖ πράσσειν προβουλεύει, τὸ δ’ ἐπίκουρον τῷ μὲν προπολεμῶν ἄρχει τῷ βαναύσῳ παντός, τῷ δὲ προβουλεύεσθαι ἄρχεται.